Add parallel Print Page Options

22 Αἱ γυναῖκες τοῖς ἰδίοις [a]ἀνδράσιν ὡς τῷ κυρίῳ, 23 ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικὸς ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, [b]αὐτὸς σωτὴρ τοῦ σώματος. 24 ἀλλὰ [c]ὡς ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτως καὶ αἱ γυναῖκες [d]τοῖς ἀνδράσιν ἐν παντί.

25 Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς [e]γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, 26 ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι, 27 ἵνα παραστήσῃ [f]αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ’ ἵνα ᾖ ἁγία καὶ ἄμωμος. 28 οὕτως ὀφείλουσιν [g]καὶ οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα· ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ, 29 οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλὰ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ [h]Χριστὸς τὴν ἐκκλησίαν, 30 ὅτι μέλη ἐσμὲν τοῦ σώματος [i]αὐτοῦ. 31 ἀντὶ τούτου καταλείψει ἄνθρωπος [j]τὸν [k]πατέρα καὶ [l]τὴν μητέρα καὶ προσκολληθήσεται [m]τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:22 ἀνδράσιν WH NIV ] + ὑποτασσέσθωσαν Treg; + ὑποτάσσεσθε RP
  2. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:23 αὐτὸς WH Treg NIV ] καὶ αὐτὸς ἐστιν RP
  3. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:24 ὡς WH Treg NIV ] ὡσπερ RP
  4. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:24 τοῖς WH Treg NIV ] + ἰδίοις RP
  5. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:25 γυναῖκας WH Treg NIV ] + ἑαυτῶν RP
  6. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:27 αὐτὸς WH Treg NIV ] αὐτὴν RP
  7. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:28 καὶ WH Treg NIV ] – RP
  8. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:29 Χριστὸς WH Treg NIV ] κύριος RP
  9. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:30 αὐτοῦ WH Treg NIV ] + ἐκ τῆς σαρκός αὐτοῦ καί ἐκ τῶν ὀστέων αὐτοῦ RP
  10. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:31 τὸν WH NIV RP ] – Treg
  11. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:31 πατέρα WH Treg NIV ] + αὐτοῦ RP
  12. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:31 τὴν WH NIV RP ] – Treg
  13. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:31 τῇ γυναικὶ Treg ] πρὸς τὴν γυναῖκα WH NIV RP